Σάββατο 4 Μαρτίου 2017

Οι Πρώτοι Χαιρετισμοί στην Παναγία στον Ι.Ν.Αγίου Γεωργίου Καλλιθέας Θηβών-ΒΙΝΤΕΟ

Με κατάνυξη και  παρουσία πιστών ξεκίνησαν οι χαιρετισμοί στην Υπεραγία Θεοτόκο, στον πανέμορφο Ιερό Ναό του Αγίου Γεωργίου στην Καλλιθέα του Δήμου Τανάγρας.Την πρώτη στάση των χαιρετισμών διάβασε ο ιερέας του ναού π. Παναγιώτης Παπαθεοδοσίου.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλωνὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΤΑ ΔΗΜΟΦΙΛΗ ΤΗΣ ΕΒΔΟΜΑΔΑΣ